Προσ Κορινθιουσ Α΄ 3:1-8 Scrivener’s Textus Receptus 1894 (TR1894)

1. Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ.

2. γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, ἀλλ’ οὖτε ἔτι νῦν δύνασθε·

3. ἔτι γὰρ σαρκικοί ἐστε· ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;

4. ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, Ἐγὼ Ἀπολλῶ, οὐχὶ σαρκικοί ἐστε;

5. τίς οὖν ἐστι Παῦλος; τίς δέ Ἀπολλώς, ἀλλ’ ἢ διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν

6. ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ’ ὁ Θεὸς ηὔξανεν.

7. ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων Θεός.

8. ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.

Προσ Κορινθιουσ Α΄ 3