Προσ Εφεσιουσ 4:5-11 Scrivener’s Textus Receptus 1894 (TR1894)

5. εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα,

6. εἷς Θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ὑμῖν.

7. ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.

8. διὸ λέγει, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε, δόματα τοῖς ἀνθρώποις.

9. τὸ δὲ, Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς;

10. ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.

11. καὶ αὐτὸς ἔδωκε τοὺς μὲν, ἀποστόλους, τοὺς δὲ, προφήτας, τοὺς δὲ, εὐαγγελιστάς, τοὺς δὲ, ποιμένας καὶ διδασκάλους,

Προσ Εφεσιουσ 4