Κατα Λουκαν 24:7-9 Scrivener’s Textus Receptus 1894 (TR1894)

7. λέγων, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.

8. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,

9. καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς.

Κατα Λουκαν 24