Κατα Λουκαν 2:44-46 Scrivener’s Textus Receptus 1894 (TR1894)

44. νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς·

45. καὶ μὴ εὑρόντες αὐτόν, ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, ζητοῦντες αὐτόν.

46. καὶ ἐγένετο, μεθ’ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα αὐτούς.

Κατα Λουκαν 2