Κατα Ιωαννην 10:40-42 Scrivener’s Textus Receptus 1894 (TR1894)

40. Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ ἔμεινεν ἐκεῖ.

41. καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν.

42. καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.

Κατα Ιωαννην 10