Αποκαλυψισ Ιωαννου 7:3-6 Scrivener’s Textus Receptus 1894 (TR1894)

3. λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.

4. καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ρμδʹ χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.

5. Ἐκ φυλῆς Ἰούδα, ιβʹ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Ῥουβήν, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Γάδ, ιβʹ χιλιάδες εσφραγισμένοι·

6. Ἐκ φυλῆς Ἀσὴρ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Νεφθαλείμ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Μανασσῆ, ιβʹ χιλιάδες εσφραγισμένοι·

Αποκαλυψισ Ιωαννου 7