Προσ Θεσσαλονικεισ Α΄ 5:17-25 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

17. ἀδιαλείπτως προσεύχεσθε,

18. ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ ᾿Ιησοῦ εἰς ὑμᾶς.

19. τὸ Πνεῦμα μὴ σβέννυτε,

20. προφητείας μὴ ἐξουθενεῖτε.

21. πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε·

22. ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

23. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ τηρηθείη.

24. πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.

25. ᾿Αδελφοί, προσεύχεσθε περὶ ἡμῶν.

Προσ Θεσσαλονικεισ Α΄ 5