Προσ Θεσσαλονικεισ Α΄ 5:14-28 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

14. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.

15. ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.

16. Πάντοτε χαίρετε,

17. ἀδιαλείπτως προσεύχεσθε,

18. ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ ᾿Ιησοῦ εἰς ὑμᾶς.

19. τὸ Πνεῦμα μὴ σβέννυτε,

20. προφητείας μὴ ἐξουθενεῖτε.

21. πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε·

22. ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

23. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ τηρηθείη.

24. πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.

25. ᾿Αδελφοί, προσεύχεσθε περὶ ἡμῶν.

26. ᾿Ασπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.

27. ῾Ορκίζω ὑμᾶς τὸν Κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.

28. ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν· ἀμήν.

Προσ Θεσσαλονικεισ Α΄ 5