1. Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾽ ὀφθαλμοὺς ᾿Ιησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος;
2. τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν· ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως;
3. οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι Πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;
4. τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ.