Προσ Φιλιππησιουσ 2:7-11 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

7. ἀλλ᾽ ἑαυτὸν ἐκένωσεμορφὴν δούλου λαβών,ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος,

8. καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωποςἐταπείνωσεν ἑαυτὸνγενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.

9. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεκαὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,

10. ἵνα ἐν τῷ ὀνόματι ᾿Ιησοῦπᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,

11. καὶ πᾶσα γλῶσσα ἐξομολογήσηταιὅτι Κύριος ᾿Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.

Προσ Φιλιππησιουσ 2