3. μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.
4. μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.
5. Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ ᾿Ιησοῦ,
6. ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχωνοὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,
7. ἀλλ᾽ ἑαυτὸν ἐκένωσεμορφὴν δούλου λαβών,ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος,
8. καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωποςἐταπείνωσεν ἑαυτὸνγενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
9. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεκαὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
10. ἵνα ἐν τῷ ὀνόματι ᾿Ιησοῦπᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
11. καὶ πᾶσα γλῶσσα ἐξομολογήσηταιὅτι Κύριος ᾿Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.
12. ῞Ωστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·
13. ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.