Προσ Φιλιππησιουσ 2:2-8 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

2. πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,

3. μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.

4. μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.

5. Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ ᾿Ιησοῦ,

6. ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχωνοὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,

7. ἀλλ᾽ ἑαυτὸν ἐκένωσεμορφὴν δούλου λαβών,ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος,

8. καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωποςἐταπείνωσεν ἑαυτὸνγενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.

Προσ Φιλιππησιουσ 2