15. κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρὺ Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, καὶ μείναντες ἐν Τρωγυλίῳ τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον.
16. ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν ῎Εφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ ᾿Ασίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς ῾Ιεροσόλυμα.
17. ᾿Απὸ δὲ τῆς Μιλήτου πέμψας εἰς ῎Εφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
18. ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς· ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ᾿ ἧς ἐπέβην εἰς τὴν ᾿Ασίαν, πῶς μεθ᾿ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
19. δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν ᾿Ιουδαίων,
20. ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾿ οἴκους,
21. διαμαρτυρόμενος ᾿Ιουδαίοις τε καὶ ῞Ελλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν ᾿Ιησοῦν Χριστόν.
22. καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι εἰς ῾Ιερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς,
23. πλὴν ὅτι τὸ Πνεῦμα τὸ ῞Αγιον κατὰ πόλιν διαμαρτύρεται λέγον ὅτι δεσμά με καὶ θλίψεις μένουσιν.
24. ἀλλ᾿ οὐδενὸς λόγον ποιοῦμαι οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου ᾿Ιησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.