Πραξεισ Αποστολων 20:12-15 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

12. ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.

13. ῾Ημεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν εἰς τὴν ῎Ασσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτω γὰρ ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν.

14. ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν ῎Ασσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μυτιλήνην·

15. κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρὺ Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, καὶ μείναντες ἐν Τρωγυλίῳ τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον.

Πραξεισ Αποστολων 20