Πραξεισ Αποστολων 17:4-7 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

4. καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων ῾Ελλήνων πολὺ πλῆθος γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.

5. Προσλαβόμενοι δὲ οἱ ἀπειθοῦντες ᾿Ιουδαῖοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ἐπιστάντες τε τῇ οἰκίᾳ ᾿Ιάσονος ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον·

6. μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον τὸν ᾿Ιάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν,

7. οὓς ὑποδέδεκται ᾿Ιάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι, ᾿Ιησοῦν.

Πραξεισ Αποστολων 17