1. Βίβλος γενέσεως ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ υἱοῦ ᾿Αβραάμ.
2. ᾿Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ, ᾿Ισαὰκ δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,
3. ᾿Ιούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν ᾿Εσρώμ, ᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράμ,
4. ᾿Αρὰμ δὲ ἐγέννησε τὸν ᾿Αμιναδάβ, ᾿Αμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών,