Κατα Λουκαν 3:10-15 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

10. Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· τί οὖν ποιήσομεν;

11. ἀποκριθεὶς δὲ λέγει αὐτοῖς· ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.

12. ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι, καὶ εἶπον πρὸς αὐτόν· διδάσκαλε, τί ποιήσομεν;

13. ὁ δὲ εἶπε πρὸς αὐτούς· μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.

14. ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· καὶ ἡμεῖς τί ποιήσομεν; καὶ εἶπε πρὸς αὐτούς· μηδένα συκοφαντήσητε μηδὲ διασείσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.

15. Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ ᾿Ιωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός,

Κατα Λουκαν 3