Κατα Λουκαν 3:1-4 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

1. Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς ᾿Ιουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας ῾Ηρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς ᾿Ιτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς ᾿Αβιληνῆς τετραρχοῦντος,

2. ἐπ᾿ ἀρχιερέως ῎Αννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ ᾿Ιωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ,

3. καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ ᾿Ιορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,

4. ὡς γέγραπται ἐν βίβλῳ λόγων ῾Ησαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ·

Κατα Λουκαν 3