14. Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμαζον οἱ ὄχλοι·
15. τινὲς δὲ ἐξ αὐτῶν εἶπον· ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
16. ἕτεροι δὲ πειράζοντες σημεῖον παρ᾿ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ.
17. αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν διαμερισθεῖσα, ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον, πίπτει.
18. εἰ δὲ καὶ ὁ σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ, ὅτι λέγετε ἐν Βεελζεβούλ με ἐκβάλλειν τὰ δαιμόνια;