Κατα Λουκαν 1:64-80 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

64. ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.

65. καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ᾿Ιουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,

66. καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν μετ᾿ αὐτοῦ.

67. Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος ῾Αγίου καὶ προεφήτευσε λέγων·

68. Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ ᾿Ισραήλ,ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ,

69. καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖνἐν τῷ οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ,

70. καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων,τῶν ἀπ᾿ αἰῶνος προφητῶν αὐτοῦ,

71. σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶνκαὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,

72. ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶνκαὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,

73. ὅρκον ὃν ὤμοσε πρὸς ᾿Αβραὰμ τὸν πατέρα ἡμῶν,τοῦ δοῦναι ἡμῖν

74. ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶνἡμῶν ῥυσθέντας,λατρεύειν αὐτῷ

75. ἐν ὁσιότητι καὶ δικαιοσύνῃἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.

76. Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ·προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,

77. τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ,ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν

78. διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν,ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους

79. ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις,τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

80. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ᾿Ισραήλ.

Κατα Λουκαν 1