Κατα Λουκαν 1:63-75 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

63. καὶ αἰτήσας πινακίδιον ἔγραψε λέγων· ᾿Ιωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες.

64. ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.

65. καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ᾿Ιουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,

66. καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν μετ᾿ αὐτοῦ.

67. Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος ῾Αγίου καὶ προεφήτευσε λέγων·

68. Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ ᾿Ισραήλ,ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ,

69. καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖνἐν τῷ οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ,

70. καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων,τῶν ἀπ᾿ αἰῶνος προφητῶν αὐτοῦ,

71. σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶνκαὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,

72. ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶνκαὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,

73. ὅρκον ὃν ὤμοσε πρὸς ᾿Αβραὰμ τὸν πατέρα ἡμῶν,τοῦ δοῦναι ἡμῖν

74. ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶνἡμῶν ῥυσθέντας,λατρεύειν αὐτῷ

75. ἐν ὁσιότητι καὶ δικαιοσύνῃἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.

Κατα Λουκαν 1