Κατα Λουκαν 1:49-63 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

49. ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸςκαὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,

50. καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶντοῖς φοβουμένοις αὐτόν.

51. Εποίησε κράτος ἐν βραχίονι αὐτοῦ,διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·

52. καθεῖλε δυνάστας ἀπὸ θρόνωνκαὶ ὕψωσε ταπεινούς,

53. πεινῶντας ἐνέπλησεν ἀγαθῶνκαὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

54. ἀντελάβετο ᾿Ισραὴλ παιδὸς αὐτοῦμνησθῆναι ἐλέους,

55. καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν,τῷ ᾿Αβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.

56. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

57. Τῇ δὲ ᾿Ελισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.

58. καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾿ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.

59. Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.

60. καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· οὐχί, ἀλλὰ κληθήσεται ᾿Ιωάννης.

61. καὶ εἶπον πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ·

62. ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν.

63. καὶ αἰτήσας πινακίδιον ἔγραψε λέγων· ᾿Ιωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες.

Κατα Λουκαν 1