Κατα Ιωαννην 19:21-23 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

21. ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν ᾿Ιουδαίων· μὴ γράφε, ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων, ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπε, βασιλεύς εἰμι τῶν ᾿Ιουδαίων.

22. ἀπεκρίθη ὁ Πιλᾶτος· ὃ γέγραφα, γέγραφα.

23. Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν ᾿Ιησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ὁ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου.

Κατα Ιωαννην 19