Κατα Ιωαννην 1:4-9 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

4. ἐν αὐτῷ ζωὴ ἦν,καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.

5. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει,καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

6. ᾿Εγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ ᾿Ιωάννης·

7. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾽ αὐτοῦ.

8. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.

9. ῏Ην τὸ φῶς τὸ ἀληθινόν,ὃ φωτίζει πάντα ἄνθρωπονἐρχόμενον εἰς τὸν κόσμον.

Κατα Ιωαννην 1