Κατα Ιωαννην 1:1-5 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

1. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγοςἦν πρὸς τὸν Θεόν,καὶ Θεὸς ἦν ὁ Λόγος.

2. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.

3. πάντα δι᾽ αὐτοῦ ἐγένετο,καὶ χωρὶς αὐτοῦ ἐγένετοοὐδὲ ἓν ὃ γέγονεν.

4. ἐν αὐτῷ ζωὴ ἦν,καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.

5. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει,καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

Κατα Ιωαννην 1