1. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγοςἦν πρὸς τὸν Θεόν,καὶ Θεὸς ἦν ὁ Λόγος.
2. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.
3. πάντα δι᾽ αὐτοῦ ἐγένετο,καὶ χωρὶς αὐτοῦ ἐγένετοοὐδὲ ἓν ὃ γέγονεν.
4. ἐν αὐτῷ ζωὴ ἦν,καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.
5. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει,καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
6. ᾿Εγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ ᾿Ιωάννης·
7. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾽ αὐτοῦ.
8. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
9. ῏Ην τὸ φῶς τὸ ἀληθινόν,ὃ φωτίζει πάντα ἄνθρωπονἐρχόμενον εἰς τὸν κόσμον.
10. ἐν τῷ κόσμῳ ἦν,καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο,καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
11. εἰς τὰ ἴδια ἦλθε,καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
12. ὅσοι δὲ ἔλαβον αὐτόν,ἔδωκεν αὐτοῖς ἐξουσίαντέκνα Θεοῦ γενέσθαι,τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
13. οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.
14. Καὶ ὁ Λόγος σὰρξ ἐγένετοκαὶ ἐσκήνωσεν ἐν ἡμῖν,καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ,δόξαν ὡς μονογενοῦς παρὰ πατρός,πλήρης χάριτος καὶ ἀληθείας.