Αποκαλυψη Ιωαννου 15:3-5 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

3. καὶ ᾄδουσι τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ Θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες·μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου,Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ·δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν.

4. τίς οὐ μὴ φοβηθῇ, Κύριε,καὶ δοξάσῃ τὸ ὄνομά σου;ὅτι μόνος ὅσιος,ὅτι πάντα τὰ ἔθνη ἥξουσικαὶ προσκυνήσουσιν ἐνώπιόν σου,ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.

5. Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,

Αποκαλυψη Ιωαννου 15