4. ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
5. εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς,
6. ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις,
7. εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, – ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, – διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.