Α΄ Ιωαννου 2:11-14 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

11. ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ.

12. Γράφω ὑμῖν, τεκνία,ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.

13. γράφω ὑμῖν, πατέρες,ὅτι ἐγνώκατε τὸν ἀπ᾿ ἀρχῆς.γράφω ὑμῖν, νεανίσκοι,ὅτι νενικήκατε τὸν πονηρόν.

14. ἔγραψα ὑμῖν, παιδία,ὅτι ἐγνώκατε τὸν πατέρα.ἔγραψα ὑμῖν, πατέρες,ὅτι ἐγνώκατε τὸν ἀπ᾿ ἀρχῆς.ἔγραψα ὑμῖν, νεανίσκοι,ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένεικαὶ νενικήκατε τὸν πονηρόν.

Α΄ Ιωαννου 2