Προσ Κορινθιουσ Α΄ 16:21-24 Elzevir Textus Receptus 1624 (SBLG)

21. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.

22. εἴ τις οὐ φιλεῖ τὸν ⸀κύριον, ἤτω ἀνάθεμα. ⸂Μαράνα θά⸃.

23. ἡ χάρις τοῦ κυρίου ⸀Ἰησοῦ μεθ’ ὑμῶν.

24. ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ⸀Ἰησοῦ.

Προσ Κορινθιουσ Α΄ 16