Πραξεισ Των Αποστολων 9:1-12 Elzevir Textus Receptus 1624 (SBLG)

1. Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ

2. ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.

3. ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ⸂ἐξαίφνης τε αὐτὸν περιήστραψεν⸃ φῶς ⸀ἐκ τοῦ οὐρανοῦ,

4. καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις;

5. εἶπεν δέ· Τίς εἶ, κύριε; ὁ ⸀δέ· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·

6. ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ⸂ὅ τί⸃ σε δεῖ ποιεῖν.

7. οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες.

8. ἠγέρθη δὲ ⸀Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων ⸀δὲ τῶν ὀφθαλμῶν αὐτοῦ ⸀οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.

9. καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.

10. Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ⸂ἐν ὁράματι ὁ κύριος⸃· Ἁνανία. ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, κύριε.

11. ὁ δὲ κύριος πρὸς αὐτόν· ⸀Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται,

12. καὶ εἶδεν ⸂ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι⸃ εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ ⸀χεῖρας ὅπως ἀναβλέψῃ.

Πραξεισ Των Αποστολων 9