Πραξεισ Των Αποστολων 12:20-25 Elzevir Textus Receptus 1624 (SBLG)

20. Ἦν ⸀δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.

21. τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν ⸀καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς·

22. ὁ δὲ δῆμος ἐπεφώνει· ⸂Θεοῦ φωνὴ⸃ καὶ οὐκ ἀνθρώπου.

23. παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθ’ ὧν οὐκ ἔδωκεν ⸀τὴν δόξαν τῷ θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.

24. Ὁ δὲ λόγος τοῦ ⸀θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο.

25. Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν, ⸀εἰς Ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, ⸀συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.

Πραξεισ Των Αποστολων 12