13. καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
14. ὁ δὲ Πέτρος εἶπεν· Μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ⸀καὶ ἀκάθαρτον.
15. καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
16. τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸀εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17. Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ⸀ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ⸀ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν ⸀τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
18. καὶ φωνήσαντες ⸀ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.