12. ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα ⸂καὶ ἑρπετὰ τῆς γῆς καὶ⸃ πετεινὰ τοῦ οὐρανοῦ.
13. καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
14. ὁ δὲ Πέτρος εἶπεν· Μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ⸀καὶ ἀκάθαρτον.
15. καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.