10. καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ⸂ἐσθήσεσι λευκαῖς⸃,
11. οἳ καὶ εἶπαν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ⸀βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12. Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν.
13. καὶ ὅτε εἰσῆλθον, ⸂εἰς τὸ ὑπερῷον ἀνέβησαν⸃ οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ ⸂Ἰωάννης καὶ Ἰάκωβος⸃ καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
14. οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ ⸀προσευχῇ σὺν γυναιξὶν καὶ ⸀Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ ⸀σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.