Κατα Ματθαιον 15:31-36 Elzevir Textus Receptus 1624 (SBLG)

31. ὥστε ⸂τὸν ὄχλον⸃ θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας ⸂κυλλοὺς ὑγιεῖς⸃ ⸀καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.

32. Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.

33. καὶ λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;

34. καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.

35. καὶ ⸀παραγγείλας ⸂τῷ ὄχλῳ⸃ ἀναπεσεῖν ἐπὶ τὴν γῆν

36. ⸀ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας ⸀καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀ἐδίδου τοῖς ⸀μαθηταῖς οἱ δὲ μαθηταὶ ⸂τοῖς ὄχλοις⸃.

Κατα Ματθαιον 15