35. ⸀καὶ ⸀ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς·
36. καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸀λέγωσιν· ὅσον δὲ ⸂αὐτοῖς διεστέλλετο, αὐτοὶ⸃ μᾶλλον περισσότερον ἐκήρυσσον.
37. καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν ⸀καὶ ἀλάλους λαλεῖν.