1. Καὶ ⸀εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ ⸀παρέδωκαν Πιλάτῳ.
2. καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς ⸂αὐτῷ λέγει⸃· Σὺ λέγεις.
3. καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.