Κατα Μαρκον 12:2-8 Elzevir Textus Receptus 1624 (SBLG)

2. καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ ⸂τῶν καρπῶν⸃ τοῦ ἀμπελῶνος·

3. ⸀καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.

4. καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· ⸀κἀκεῖνον ⸀ἐκεφαλίωσαν καὶ ⸀ἠτίμασαν.

5. ⸀καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, ⸂οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες⸃.

6. ἔτι ⸂ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν⸃ αὐτὸν ⸂ἔσχατον πρὸς αὐτοὺς⸃ λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου.

7. ἐκεῖνοι δὲ οἱ γεωργοὶ ⸂πρὸς ἑαυτοὺς εἶπαν⸃ ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.

8. καὶ λαβόντες ⸂ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν⸃ ἔξω τοῦ ἀμπελῶνος.

Κατα Μαρκον 12