Κατα Λουκαν 22:18-24 Elzevir Textus Receptus 1624 (SBLG)

18. λέγω γὰρ ὑμῖν, ⸀οὐ μὴ πίω ἀπὸ τοῦ ⸂νῦν ἀπὸ τοῦ⸃ γενήματος τῆς ἀμπέλου ἕως ⸀οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ.

19. καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου ⸂[τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.

20. ⸄καὶ τὸ ποτήριον ὡσαύτως⸅ μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]⸃.

21. πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης·

22. ⸂ὅτι ὁ υἱὸς μὲν⸃ τοῦ ἀνθρώπου ⸂κατὰ τὸ ὡρισμένον πορεύεται⸃, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται.

23. καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.

24. Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.

Κατα Λουκαν 22