33. οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται ⸂εἶναί μου⸃ μαθητής.
34. Καλὸν ⸀οὖν τὸ ἅλας· ἐὰν δὲ ⸀καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
35. οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.