13. Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ⸀ἢ αὔριον ⸀πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ⸀ποιήσομεν ἐκεῖ ⸀ἐνιαυτὸν καὶ ⸀ἐμπορευσόμεθα καὶ ⸀κερδήσομεν·
14. οἵτινες οὐκ ἐπίστασθε ⸀τὸ τῆς αὔριον ⸀ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ⸀ἐστε ⸀ἡ πρὸς ὀλίγον φαινομένη, ⸀ἔπειτα καὶ ἀφανιζομένη·
15. ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος ⸀θελήσῃ, καὶ ⸀ζήσομεν καὶ ⸀ποιήσομεν τοῦτο ἢ ἐκεῖνο.
16. νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
17. εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.